Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.264 Joseph. AJ 19.270 (English) >>Joseph. AJ 19.275

19.268Κλαύδιος δέ, ἐπείπερ εἰς τὸ Παλάτιον ἀφικνεῖται συναγαγὼν τοὺς ἑταίρους ψῆφον ἀνεδίδου περὶ Χαιρέου. τοῖς δὲ τὸ μὲν ἔργον λαμπρὸν ἐδόκει, ἀπιστίαν δʼ ἐπεκάλουν τῷ πεπραχότι καὶ αὐτῷ τιμωρίαν ἐπιβάλλειν δίκαιον ἡγοῦντο ἐπʼ ἀποτροπῇ τοῦ μέλλοντος χρόνου. 19.269ἀπήγετο οὖν τὴν ἐπὶ θανάτῳ καὶ σὺν αὐτῷ Λοῦππός τε καὶ Ῥωμαίων πλείους. λέγεται δὲ Χαιρέας μεγαλοφρόνως ἐνεγκεῖν τὴν συμφορὰν οὐ μόνον τῷ κατʼ αὐτὸν ἀμεταπτώτῳ τοῦ σχήματος, ἀλλὰ καὶ οἷς ὀνειδίσειεν Λοῦππον εἰς δάκρυα ἐκτετραμμένον. 19.270ἀποτιθεμένου γέ τοι τὴν στολὴν τοῦ Λούππου καὶ τὸ ῥῖγος αἰτιωμένου φησίν, ὡς οὐκ ἂν ἐναντία τοῦ Λούππου ποιήσαιτο πώποτε ῥῖγος. πλήθους τε ἀνθρώπων ἑπομένου κατὰ θέαν, ὡς ἧκεν ἐπὶ τὸ χωρίον, ἤρετο τὸν στρατιώτην, εἰ διὰ μελέτης αὐτῷ γεγόνοιεν αἱ σφαγαὶ εἰ πρῶτον ἔχοι τὸ ξίφος ἐκέλευε κομίζειν Γάιον μεταχειρίσαιτο αὐτός· 19.271θνήσκει δὲ εὐδαιμόνως μιᾶς πληγῆς αὐτῷ γενομένης. Λοῦππος δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν. 19.272

Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐναγισμῶν ἐνεστηκότων Ῥωμαίων τὸ πλῆθος τοῖς αὐτῶν ἐπιφέροντες καὶ Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις, ἵλεων καὶ ἄμηνιν εἶναι τῆς εἰς αὐτὸν ἀχαριστίας παρακαλοῦντες. καὶ Χαιρέᾳ μὲν τοιαύτη τελευτὴ τοῦ βίου συνέτυχεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.264 Joseph. AJ 19.270 (English) >>Joseph. AJ 19.275

Powered by PhiloLogic